Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.245 Joseph. AJ 4.249 (English) >>Joseph. AJ 4.254

4.247καὶ κριθεῖσα μὲν κόρη μὴ ἀδικεῖν συνοικείτω τῷ κατηγορήσαντι μηδεμίαν ἐξουσίαν ἔχοντος ἐκείνου ἀποπέμπεσθαι αὐτήν, πλὴν εἰ μὴ μεγάλας αἰτίας αὐτῷ παράσχοι καὶ πρὸς ἃς οὐδʼ ἀντειπεῖν δυνηθείη. 4.248τοῦ δὲ τολμηρῶς καὶ προπετῶς ἐπενεγκεῖν αἰτίαν καὶ διαβολὴν πρόστιμον ἐκτινύτω πληγὰς τεσσαράκοντα μιᾷ λειπούσας λαμβάνων καὶ πεντήκοντα σίκλους ἀποτινύτω τῷ πατρί. ἂν δʼ ἐξελέγξῃ τὴν παιδίσκην ἐφθαρμένην, δημότις μὲν οὖσα τοῦ μὴ σωφρόνως προστῆναι τῆς παρθενίας ἄχρι νομίμων γάμων καταλευέσθω, ἂν δʼ ἐξ ἱερέων γεγενημένη, καιέσθω ζῶσα. 4.249δύο γυναικῶν οὐσῶν τινι, καὶ τῆς μὲν ἑτέρας ἐν τιμῇ σφόδρα καὶ εὐνοίᾳ κειμένης διʼ ἔρωτα καὶ κάλλος κατʼ ἄλλην αἰτίαν, τῆς δʼ ἑτέρας ἐν ἐλάττονι μοίρᾳ τυγχανούσης, ἂν ἐκ τῆς ἀγαπωμένης παῖς γενόμενος νεώτερος ὢν τοῦ ἐκ τῆς ἑτέρας φύντος ἀξιοῖ διὰ τὴν πρὸς τὴν μητέρα τοῦ πατρὸς εὔνοιαν τῶν πρεσβείων τυγχάνειν, ὥστε διπλοῦν τὸ μέρος τῆς πατρῴας οὐσίας ἐκλαμβάνειν, τοῦτο γὰρ ἐν τοῖς νόμοις διεταξάμην, μὴ συγκεχωρήσθω· 4.250ἄδικον γὰρ τὸν τῇ γενέσει πρεσβύτερον, ὅτι τὰ τῆς μητρὸς αὐτῷ ἥττονα παρὰ τῇ διαθέσει τοῦ πατρός, τῶν ὀφειλομένων αὐτῷ στερεῖσθαι. 4.251 κόρην ἄλλῳ κατηγγυημένην φθείρας, εἰ μὲν πείσας καὶ πρὸς τὴν φθορὰν συγκάταινον λαβών, ἀποθνησκέτω σὺν αὐτῇ· πονηροὶ γὰρ ὁμοίως ἑκάτεροι, μὲν τὸ αἴσχιστον πείσας ἑκουσίως ὑπομεῖναι καὶ προτιμῆσαι τοῦτο τοῦ ἐλευθέρου γάμου τὴν κόρην, δὲ παρασχεῖν ἑαυτὴν πεισθεῖσα διʼ ἡδονὴν διὰ κέρδος πρὸς τὴν ὕβριν·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.245 Joseph. AJ 4.249 (English) >>Joseph. AJ 4.254

Powered by PhiloLogic